Add parallel Print Page Options

24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.

25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας [a]ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον [b]θανάτῳ· ἀλλὰ ὁ θεὸς [c]ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον [d]Χριστοῦ μέχρι θανάτου ἤγγισεν, [e]παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.

Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:26 ὑμᾶς Treg NIV RP ] + ἰδεῖν WH
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 θανάτῳ Treg NIV RP ] θανάτου WH
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 ἠλέησεν αὐτόν WH Treg NIV ] αὐτόν ἠλέησεν RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 Χριστοῦ Treg NIV ] Κυρίου WH; τοῦ Χριστοῦ RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 παραβολευσάμενος WH Treg NIV ] παραβουλευσάμενος RP